Κυριακή, 18 Δεκεμβρίου 2011

ΙΣΤΟΡΙΑ ΓΕΝΕΣΕΩΣ ΤΗΣ ΕΛΛΗΝΙΚΗΣ ΓΛΩΣΣΑΣ

ΙΣΤΟΡΙΑ ΓΕΝΕΣΕΩΣ ΤΗΣ ΕΛΛΗΝΙΚΗΣ ΓΛΩΣΣΑΣ Ηλία Τσατσόμοιρου
Σύμφωνα με την επίσημη επιστήμη η γλώσσα είναι συμβατικό κατασκεύασμα κατά τι κρατούσες απόψεις δηλαδή δεν υπάρχει ουδεμία σχέση των γλωσσικών φθόγγων και των τριών γραμμάτων με το φυσικό περιβάλλον. Το βιβλίο αυτό, που πλέον έχει γίνει κλασικό, είναι η πρώτη σοβαρή και επιστημονικά εμπεριστατωμένη διερεύνηση της μη συμβατικότητας της γλώσσας. Με αυστηρά αποδεικτική μέθοδο αναδεικνύεται ως κύριο γενεσιουργό στοιχείο της ελληνικής γλώσσας η ελληνική φύση, την οποία η γλώσσα αυτή μιμείται κατά τρόπο μαθηματικό. Έτσι κάθε γράμμα του Ελληνικού Αλφαβήτου φέρει σταθερή κωδική σημασία, την οποία εισάγει κυριολεκτικά ή μεταφορικά ως επί μέρους έννοια σε κάθε λέξη-έννοια που συμμετέχει π.χ. ρ = ροή (υγρών ή λόγου): ρ-εύμα, χείμα-ρρ-ος, ρ-ήμα, ρ-ήτωρ κ.λπ.)
Επίσης, εκ του γεγονότος ότι η ελληνική γη είναι η πρώτη που αναδύθηκε από τη θάλασσα πρίν 140.000.000 χρόνια, συμπεραίνεται ότι η "πρωτόγλωσσα" δεν είναι - όπως διατείνεται η επίσημη γλωσσολογία - η ανύπαρκτη ινδοευρωπαϊκή, αλλά η ελληνική, πολλά στοιχεία της οποίας άλλωστε ανιχνεύσιμα σε όλες τις γλώσσες του κόσμου. Το βιβλίο τέλος καταρρίπτει τις κρατούσες απόψεις περί φοινικικής προέλευσης του αλφαβήτου, καθότι καταδεικνύει ότι οι έμποροι Φοίνικες δεν είχαν καν αλφαβητική γραφή, αλλά μια ατελή συλλαβική γραφή. Πρόκειται για εντελώς καινούργια προσέγγιση του φαινόμενου της Γλώσσας.


ΔΙΑΒΆΣΤΕ ΤΟ ΕΔΩ: http://www.davlos.gr/webfiles/pdf/igeg.pdf

ΥΜΝΟΣ ΕΙΣ ΤΗΝ ΑΘΗΝΑΝ


Διαβάστε το ποίημα του μεγάλου Έλληνα Κωστή Παλαμά στο Scribd.

ΕΔΩ: http://www.scribd.com/doc/65360610/Ύμνος-εις-την-Αθηνάν-Παλαμάς?in_collection=3368484

EΡMHTIKA-KEIMENA

ERMHTIKA_KEIMENA

ΕΛΛΗΝIΚΑ ΝΕΚΡΙΚΑ ΕΘΙΜΑ

ΕΛΛΗΝIΚΑ ΝΕΚΡΙΚΑ ΕΘΙΜΑ

ΣΚΙΡΟΦΟΡΙΑ - ΑΡΡΗΦΟΡΙΑ

ΣΚΙΡΟΦΟΡΙΑ - ΑΡΡΗΦΟΡΙΑ

ΑΝΘΕΣΤΗΡΙΑ

ΑΝΘΕΣΤΗΡΙΑ

ΛΗΝΑΙΑ ΚΑΙ ΜΕΓΑΛΑ ΔΙΟΝΥΣIA

ΔΙΟΝΥΣIA

''ΠΡΟΚΑΤΑΚΛΥΣΜΙΑΙΟΣ ΠΟΛΙΤΙΣΜΟΣ'' - Νέα συμπληρωματικά στοιχεῖα

''ΠΡΟΚΑΤΑΚΛΥΣΜΙΑΙΟΣ ΠΟΛΙΤΙΣΜΟΣ'' - Νέα συμπληρωματικά στοιχεῖα

Ερμηνευτικόν Λεξικόν Αρχαθιελληνικών Στρατιωτικών Όρων

Ερμηνευτικόν Λεξικόν Αρχαθιελληνικών Στρατιωτικών Όρων

ΠΡΟΚΛΟΥ ΔΙΑΔΟΧΟΥ - ΣΤΟΙΧΕΙΩΣΙΣ ΘΕΟΛΟΓΙΚΗ.




<<< introductio BIBLIOTHECA AUGUSTANA Proklos Diadochos 8. 2. 412 - 17. 4. 485 p. Chr. n. Στοιχείωσις θεολογική Textus: Proclus: The Elements of Theology. A Revised Text. ed. Eric Robertson Dodds, Oxford: Oxford University Press, 1963 ____________________________________________________________ ΠΡΟΚΛΟΥ ΔΙΑΔΟΧΟΥ ΣΤΟΙΧΕΙΩΣΙΣ ΘΕΟΛΟΓΙΚΗ. — 1 — Πᾶν πλῆθος μετέχει πηι τοῦ ἑνός. εἰ γὰρ μηδαμῆι μετέχοι, οὔτε τὸ ὅλον ἓν ἔσται οὔθ᾽ ἕκαστον τῶν πολλῶν ἐξ ὧν τὸ πλῆθος, ἀλλ᾽ ἔσται καὶ ἐκείνων ἕκαστον πλῆθος, καὶ τοῦτο εἰς ἄπειρον, καὶ τῶν ἀπείρων τούτων ἕκαστον ἔσται πάλιν πλῆθος ἄπειρον. μηδενὸς γὰρ ἑνὸς μηδαμῆι μετέχον μήτε καθ᾽ ὅλον ἑαυτὸ μήτε καθ᾽ ἕκαστον τῶν ἐν αὐτῶι, πάντηι ἄπειρον ἔσται καὶ κατὰ πᾶν. τῶν γὰρ πολλῶν ἕκαστον, ὅπερ ἂν λάβηις, ἤτοι ἓν ἔσται ἢ οὐχ ἕν· καὶ εἰ οὐχ ἕν, ἤτοι πολλὰ ἢ οὐδέν. ἀλλ᾽ εἰ μὲν ἕκαστον οὐδέν, καὶ τὸ ἐκ τούτων οὐδέν· εἰ δὲ πολλά, ἐξ ἀπειράκις ἀπείρων ἕκαστον. ταῦτα δὲ ἀδύνατα. οὔτε γὰρ ἐξ ἀπειράκις ἀπείρων ἐστί τι τῶν ὄντων <τοῦ γὰρ ἀπείρου πλέον οὐκ ἔστι, τὸ δὲ ἐκ πάντων ἑκάστου πλέον> οὔτε ἐκ τοῦ μηδενὸς συντίθεσθαί τι δυνατόν. πᾶν ἄρα πλῆθος μετέχει πηι τοῦ ἑνός.


— 2 —
Πᾶν τὸ μετέχον τοῦ ἑνὸς καὶ ἕν ἐστι καὶ οὐχ ἕν.
εἰ γὰρ μὴ ἔστιν αὐτοέν <μετέχει γὰρ τοῦ ἑνὸς ἄλλο τι ὂν παρὰ τὸ ἕν>, πέπονθε τὸ ἓν κατὰ τὴν μέθεξιν καὶ ὑπέμεινεν ἓν γενέσθαι. εἰ μὲν οὖν μηδέν ἐστι παρὰ τὸ ἕν, μόνον ἐστὶν ἕν· καὶ οὐ μεθέξει τοῦ ἑνός, ἀλλ᾽ αὐτοὲν ἔσται. εἰ δ᾽ ἐστί τι παρ᾽ ἐκεῖνο, ὃ μὴ ἔστιν ἕν, τὸ μετέχον τοῦ ἑνὸς καὶ οὐχ ἕν ἐστι καὶ ἕν, οὐχ ὅπερ ἓν ἀλλ᾽ ἓν ὄν, ὡς μετέχον τοῦ ἑνός τούτωι ἄρα οὐχ ἕν ἐστιν, οὐδ᾽ ὅπερ ἕν· ἓν δὲ ὂν ἅμα καὶ μετέχον τοῦ ἑνός, καὶ διὰ τοῦτο οὐχ ἓν καθ᾽ αὑτὸ ὑπάρχον, ἕν ἐστι καὶ οὐχ ἕν, παρὰ τὸ ἓν ἄλλο τι ὄν· ὧι μὲν ἐπλεόνασεν, οὐχ ἕν· ὧι δὲ πέπονθεν, ἕν.
πᾶν ἄρα τὸ μετέχον τοῦ ἑνὸς καὶ ἕν ἐστι καὶ οὐχ ἕν.


— 3 —
Πᾶν τὸ γινόμενον ἓν μεθέξει τοῦ ἑνὸς γίνεται ἕν.
αὐτὸ μὲν γὰρ οὐχ ἕν ἐστι, καθὸ δὲ πέπονθε τὴν μετοχὴν τοῦ ἑνός, ἕν ἐστιν. εἰ γὰρ γίνοιτο ἓν ἃ μὴ ἔστιν ἓν καθ᾽ αὑτά, συνιόντα δήπου καὶ κοινωνοῦντα ἀλλήλοις γίνεται ἕν, καὶ ὑπομένει τὴν τοῦ ἑνὸς παρουσίαν οὐκ ὄντα ὅπερ ἕν. μετέχει ἄρα τοῦ ἑνὸς ταύτηι, ἧι πάσχει τὸ ἓν γενέσθαι. εἰ μὲν γὰρ ἤδη ἐστὶν ἕν, οὐ γίνεται ἕν· τὸ γὰρ ὂν οὐ γίνεται ὃ ἤδη ἐστίν. εἰ δὲ γίνεται ἐκ τοῦ μὴ ἑνὸς πρότερον, ἕξει τὸ ἓν ἐγγενομένου τινὸς ἐν αὐτοῖς ἑνός.


— 4 —
Πᾶν τὸ ἡνωμένον ἕτερόν ἐστι τοῦ αὐτοενός.
εἰ γάρ ἐστιν ἡνωμένον, μετέχοι ἄν πηι τοῦ ἑνὸς ταύτηι, ἧι καὶ ἡνωμένον λέγεται· τὸ δὲ μετέχον τοῦ ἑνὸς καὶ ἕν ἐστι καὶ οὐχ ἕν. τὸ δ᾽ αὐτοὲν οὐχὶ καὶ ἕν ἐστι καὶ οὐχ ἕν. εἰ γὰρ καὶ τοῦτο ἕν τε καὶ οὐχ ἕν, καὶ τὸ ἐν αὐτῶι πάλιν ἓν τὸ συναμφότερον ἕξει, καὶ τοῦτο εἰς ἄπειρον, μηδενὸς ὄντος αὐτοενὸς εἰς ὃ στῆναι δυνατόν, ἀλλὰ παντὸς ἑνὸς καὶ οὐχ ἑνὸς ὄντος. ἔστιν ἄρα τι τὸ ἡνωμένον τοῦ ἑνὸς ἕτερον. ταὐτὸν γὰρ ὂν τῶι ἡνωμένωι, τὸ ἓν πλῆθος ἄπειρον ἔσται, καὶ ἕκαστον ὡσαύτως ἐκείνων ἐξ ὧν ἐστι τὸ ἡνωμένον.


— 5 —
Πᾶν πλῆθος δεύτερόν ἐστι τοῦ ἑνός.
εἰ γὰρ ἔστι πλῆθος πρὸ τοῦ ἑνός, τὸ μὲν ἓν μεθέξει τοῦ πλήθους, τὸ δὲ πλῆθος τὸ πρὸ τοῦ ἑνὸς οὐ μεθέξει τοῦ ἑνός, εἴπερ, πρὶν γένηται ἕν, ἐστὶν ἐκεῖνο πλῆθος· τοῦ γὰρ μὴ ὄντος οὐ μετέχει· καὶ διότι τὸ μετέχον τοῦ ἑνὸς καὶ ἕν ἐστιν ἅμα καὶ οὐχ ἕν, οὔπω δ᾽ ὑπέστη ἕν, τοῦ πρώτου πλήθους ὄντος. ἀλλ᾽ ἀδύνατον εἶναί τι πλῆθος μηδαμῆι ἑνὸς μετέχον. οὐκ ἄρα πρὸ τοῦ ἑνὸς τὸ πλῆθος.
εἰ δὲ δὴ ἅμα τῶι ἑνί, καὶ σύστοιχα ἀλλήλοις τῆι φύσει <χρόνωι γὰρ οὐδὲν κωλύε>ι, οὔτε τὸ ἓν καθ᾽ αὑτὸ πολλά ἐστιν οὔτε τὸ πλῆθος ἕν, ὡς ἀντιδιηιρημένα ἅμα ὄντα τῆι φύσει εἴπερ μηδέτερον θατέρου πρότερον ἢ ὕστερον. τὸ οὖν πλῆθος καθ᾽ αὑτὸ οὐχ ἓν ἔσται, καὶ ἕκαστον τῶν ἐν αὐτῶι οὐχ ἕν, καὶ τοῦτο εἰς ἄπειρον· ὅπερ ἀδύνατον. μετέχει ἄρα τοῦ ἑνὸς κατὰ τὴν ἑαυτοῦ φύσιν, καὶ οὐδὲν ἔσται αὐτοῦ λαβεῖν ὃ μὴ ἔστιν ἕν· μὴ ἓν γὰρ ὄν, ἐξ ἀπείρων ἄπειρον ἔσται, ὡς δέδεικται. πάντηι ἄρα μετέχει τοῦ ἑνός.
εἰ μὲν οὖν τὸ ἕν, τὸ καθ᾽ αὑτὸ ἓν ὄν, μηδαμῆι μετέχει πλήθους, ἔσται τὸ πλῆθος πάντηι τοῦ ἑνὸς ὕστερον, μετέχον μὲν τοῦ ἑνός, οὐ μετεχόμενον δὲ ὑπὸ τοῦ ἑνός.
εἰ δὲ καὶ τὸ ἓν μετέχει πλήθους, κατὰ μὲν τὴν ὕπαρξιν ὡς ἓν ὑφεστός, κατὰ δὲ τὴν μέθεξιν οὐχ ἕν, πεπληθυσμένον ἔσται τὸ ἕν, ὥσπερ τὸ πλῆθος ἡνωμένον διὰ τὸ ἕν. κεκοινώνηκεν ἄρα τό τε ἓν τῶι πλήθει καὶ τὸ πλῆθος τῶι ἑνί· τὰ δὲ συνιόντα καὶ κοινωνοῦντά πηι ἀλλήλοις εἰ μὲν ὑπ᾽ ἄλλου συνάγεται, ἐκεῖνο πρὸ αὐτῶν ἐστιν, εἰ δὲ αὐτὰ συνάγει ἑαυτά, οὐκ ἀντίκειται ἀλλήλοις· ἀντικείμενα γὰρ οὐ σπεύδει εἰς ἄλληλα. εἰ οὖν τὸ ἓν καὶ τὸ πλῆθος ἀντιδιήιρηται, καὶ τὸ πλῆθος ἧι πλῆθος οὐχ ἕν, καὶ τὸ ἓν ἧι ἓν οὐ πλῆθος, οὐδέτερον ἐν θατέρωι γενόμενον, ἓν ἅμα καὶ δύο ἔσται. ἀλλὰ μὴν εἰ ἔσται τι πρὸ αὐτῶν τὸ συνάγον, ἢ ἕν ἐστιν ἢ οὐχ ἕν. ἀλλ᾽ εἰ οὐχ ἕν, ἢ πολλὰ ἢ οὐδέν.
οὔτε δὲ πολλά, ἵνα μὴ πλῆθος ἦι πρὸ ἑνός· οὔτε οὐδέν· πῶς γὰρ συνάξει τὸ οὐδέν; ἓν ἄρα μόνον· οὐ γὰρ δὴ καὶ τοῦτο τὸ ἓν πολλά, ἵνα μὴ εἰς ἄπειρον. ἔστιν ἄρα τὸ αὐτοέν· καὶ πᾶν πλῆθος ἀπὸ τοῦ αὐτοενός.


— 6 —
Πᾶν πλῆθος ἢ ἐξ ἡνωμένων ἐστὶν ἢ ἐξ ἑνάδων.
ἕκαστον γὰρ τῶν πολλῶν ὅτι μὲν οὐκ ἔσται καὶ αὐτὸ πλῆθος μόνον καὶ τούτου πάλιν ἕκαστον πλῆθος, δῆλον. εἰ δὲ μὴ ἔστι πλῆθος μόνον, ἤτοι ἡνωμένον ἐστὶν ἢ ἑνάς. καὶ εἰ μὲν μετέχον τοῦ ἑνός, ἡνωμένον· εἰ δὲ ἐξ ὧν τὸ πρώτως ἡνωμένον, ἑνάς. εἰ γὰρ ἔστι τὸ αὐτοέν, ἔστι τὸ πρώτως αὐτοῦ μετέχον καὶ πρώτως ἡνωμένον. τοῦτο δὲ ἐξ ἑνάδων· εἰ γὰρ ἐξ ἡνωμένων, πάλιν τὰ ἡνωμένα ἔκ τινων, καὶ εἰς ἄπειρον. δεῖ δὴ εἶναι τὸ πρώτως ἡνωμένον ἐξ ἑνάδων· καὶ εὕρομεν τὸ ἐξ ἀρχῆς.


— 7 —
Πᾶν τὸ παρακτικὸν ἄλλου κρεῖττόν ἐστι τῆς τοῦ παραγομένου φύσεως.
ἤτοι γὰρ κρεῖττόν ἐστιν ἢ χεῖρον ἢ ἴσον.
ἔστω πρότερον ἴσον. τὸ τοίνυν ἀπὸ τούτου παραγόμενον ἢ δύναμιν ἔχει καὶ αὐτὸ παρακτικὴν ἄλλου τινὸς ἢ ἄγονον ὑπάρχει παντελῶς. ἀλλ᾽ εἰ μὲν ἄγονον εἴη, κατ᾽ αὐτὸ τοῦτο τοῦ παράγοντος ἠλάττωται, καὶ ἔστιν ἄνισον ἐκείνωι, γονίμωι ὄντι καὶ δύναμιν ἔχοντι τοῦ ποιεῖν, ἀδρανὲς ὄν. εἰ δὲ καὶ αὐτὸ παρακτικόν ἐστιν ἄλλων, ἢ καὶ αὐτὸ ἴσον ἑαυτῶι παράγει, καὶ τοῦτο ὡσαύτως ἐπὶ πάντων, καὶ ἔσται τὰ ὄντα πάντα ἴσα ἀλλήλοις καὶ οὐδὲν ἄλλο ἄλλου κρεῖττον, ἀεὶ τοῦ παράγοντος ἴσον ἑαυτῶι τὸ ἐφεξῆς ὑφιστάντος· ἢ ἄνισον, καὶ οὐκέτ᾽ ἂν ἴσον εἴη τῶι αὐτὸ παράγοντι· δυνάμεων γὰρ ἴσων ἐστὶ τὸ τὰ ἴσα ποιεῖν· τὰ δ᾽ ἐκ τούτων ἄνισα ἀλλήλοις, εἴπερ τὸ μὲν παράγον τῶι πρὸ αὐτοῦ ἴσον, αὐτῶι δὲ τὸ μετ᾽ αὐτὸ ἄνισον. οὐκ ἄρα ἴσον εἶναι δεῖ τῶι παράγοντι τὸ παραγόμενον.
ἀλλὰ μὴν οὐδ᾽ ἔλαττον ἔσται ποτὲ τὸ παράγον. εἰ γὰρ αὐτὸ τὴν οὐσίαν τῶι παραγομένωι δίδωσιν, αὐτὸ καὶ τὴν δύναμιν αὐτῶι χορηγεῖ κατὰ τὴν οὐσίαν. εἰ δὲ αὐτὸ παρακτικόν ἐστι τῆς δυνάμεως τῶι μετ᾽ αὐτὸ πάσης, κἂν ἑαυτὸ δύναιτο ποιεῖν τοιοῦτον, οἷον ἐκεῖνο. εἰ δὲ τοῦτο, καὶ ποιήσειεν ἂν ἑαυτὸ δυνατώτερον. οὔτε γὰρ τὸ μὴ δύνασθαι κωλύει, παρούσης τῆς ποιητικῆς δυνάμεως· οὔτε τὸ μὴ βούλεσθαι, πάντα γὰρ τοῦ ἀγαθοῦ ὀρέγεται κατὰ φύσιν· ὥστε εἰ ἄλλο δύναται τελειότερον ἀπεργάσασθαι, κἂν ἑαυτὸ πρὸ τοῦ μετ᾽ αὐτὸ τελειώσειεν.
οὔτε ἴσον ἄρα τῶι παράγοντι τὸ παραγόμενόν ἐστιν οὔτε κρεῖττον. πάντηι ἄρα τὸ παράγον κρεῖττον τῆς τοῦ παραγομένου φύσεως.

ΗΣΙΟΔΟΣ ΘΕΟΓΟΝΙΑ, ΕΡΓΑ ΚΑΙ ΗΜΕΡΑΙ, ΑΣΠΙΣ ΗΡΑΚΛΕΟΥΣ

Στα ίχνη των μακρών τειχών: Ιστορία, βιομηχανία, κυκλοφορία στον γραμμικό άξονα Αθήνας-Πειραιά

Στα ίχνη των μακρών τειχών: Ιστορία, βιομηχανία, κυκλοφορία στον γραμμικό άξονα Αθήνας-Πειραιά (AP Presenta...

ΣΤΑ ΒΗΜΑΤΑ ΤΟΥ ΠΑΥΣΑΝΙΑ


Διαβάστε στο Scribd την πραγματεία σχετικά με τις περιηγήσεις του Παυσανία στην τότε Ελλάδα.
ΕΔΩ: http://www.scribd.com/doc/31400186/ΣΤΑ-ΒΗΜΑΤΑ-ΤΟΥ-ΠΑΥΣΑΝΙΑ

ΑΝΘΡΩΠΟΛΟΓΙΚΑ ΣΤΟΧΕΙΑ ΕΛΛΗΝΩΝ

ΑΝΘΡΩΠΟΛΟΓΙΚΑ ΣΤΟΧΕΙΑ ΕΛΛΗΝΩΝ

Γεώργιος Μαλτέζος - Ελευσίνια Μυστήρια

Γεώργιος Μαλτέζος - Ελευσίνια Μυστήρια

Παντελής Ιωαννίδης - Ερμής Ο Τρισμέγιστος

Παντελής Ιωαννίδης - Ερμής Ο Τρισμέγιστος

ΠΟΡΦΥΡΙΟΥ - ΠΕΡΙ ΑΓΑΛΜΑΤΩΝ

ΠΟΡΦΥΡΙΟΣ - ΠΕΡΙ ΑΓΑΛΜΑΤΩΝ

ΝΕΩΤΕΡΟΝ ΕΓΚΥΚΛΟΠΑΙΔΙΚΟΝ ΛΕΞΙΚΟΝ ΗΛΙΟΥ ΤΟΜΟΣ 7 ΕΛΛΑΣ

ΝΕΩΤΕΡΟΝ ΕΓΚΥΚΛΟΠΑΙΔΙΚΟΝ ΛΕΞΙΚΟΝ ΗΛΙΟΥ ΤΟΜΟΣ 7 _ΕΛΛΑΣ_ ΜΕΡΟΣ Α

ΝΕΩΤΕΡΟΝ ΕΓΚΥΚΛΟΠΑΙΔΙΚΟΝ ΛΕΞΙΚΟΝ ΗΛΙΟΥ ΤΟΜΟΣ 7 _ΕΛΛΑΣ_ ΜΕΡΟΣ Β

ΝΕΩΤΕΡΟΝ ΕΓΚΥΚΛΟΠΑΙΔΙΚΟΝ ΛΕΞΙΚΟΝ ΗΛΙΟΥ ΤΟΜΟΣ 7 _ΕΛΛΑΣ_ ΜΕΡΟΣ Γ

ΝΕΩΤΕΡΟΝ ΕΓΚΥΚΛΟΠΑΙΔΙΚΟΝ ΛΕΞΙΚΟΝ ΗΛΙΟΥ ΤΟΜΟΣ 7 _ΕΛΛΑΣ_ ΜΕΡΟΣ Δ

Σάββατο, 17 Δεκεμβρίου 2011

Κείμενα "ΠΕΡΙ ΨΥΧΗΣ" ΑΡΙΣΤΟΤΕΛΟΥΣ

ΗΡΑΚΛΕΙΤΟΣ ΜΕΤΑΦΡΑΣΗ - ΣΧΟΛΙΑ



Ο Λόγος και το Εν
Ο Πόλεµος και η Έρις
Η Αρµονία των Αντιθέτων
Το Γίγνεσθαι
Το Πυρ
Ο Άνθρωπος
Η Φύση
Αποσπάσµατα για µια Ηθική
Αποσπάσµατα αµφίβολα ή απόκρυφα


Διαβάστε το βιβλίο εδώ:  http://www.scribd.com/doc/21195466/%CE%97%CE%A1%CE%91%CE%9A%CE%9B%CE%95%CE%99%CE%A4%CE%9F%CE%A3-%CE%9C%CE%95%CE%A4%CE%91%CE%A6%CE%A1%CE%91%CE%A3%CE%97-%CE%A3%CE%A7%CE%9F%CE%9B%CE%99%CE%91

ΠΛΑΤΩΝ - ΕΡΥΞΙΑΣ - ΑΞΙΟΧΟΣ - ΑΛΚΥΩΝ

ΠΛΑΤΩΝ - ΕΡΥΞΙΑΣ - ΑΞΙΟΧΟΣ - ΑΛΚΥΩΝ

ΠΛΑΤΩΝ Συμπόσιον και Περί σημασίας του Έρωτος

Ξενοφών - Λακεδαιμονίων Πολιτεία

Ξενοφών - Αθηναίων Πολιτεία



Διαβάστε το βιβλίο εδώ: http://www.scribd.com/doc/6861559/-

ΣΟΛΩΝ 10 ΕΝΤΟΛΕΣ

ΣΟΦΟΚΛΕΟΥΣ: ΟΙΔΙΠΟΥΣ ΤΥΡΑΝΝΟΣ- ΑΝΤΙΓΟΝΗ

ΑΙΩΝΙΟΣ ΟΜΙΛΟΥΣΑ ΦΩΝΗ



Διαβάστε το εδώ: "ΑΙΩΝΙΟΣ ΟΜΙΛΟΥΣΑ ΦΩΝΗ"

~ΕΤΟΠΙΑ β' - ΑΡΙΩΝΟΣ~

Κλεομήδης-Κυκλικὴ Θεωρία Μετεώρων